Skip to content

Parallel

Wisdom of Solomon 7

Swete's Septuagint · Berean Standard Bible

7:1
Εἰμὶ μέν κἀγὼ θνητὸς ἴσος ἄπασιν, καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου· καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ
—
7:2
δεκαμηνιαίῃ χρόνῳ, παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης·
—
7:3
καὶ ἐγὼ δέ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα, καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν, πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων·
—
7:4
ἐν σπαργάνοις ἀνετράφην καὶ ἐν φροντίσιν.
—
7:5
οὐδεὶς γὰρ βασιλεὺς ἑτέραν ἔσχεν γενέσεως ἀρχήν·
—
7:6
μια δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση.
—
7:7
διὰ τοῦτο εὐξάμην, καὶ φρόνησις ἐδόθη μοι· ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοφίας.
—
7:8
προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων, καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς·
—
7:9
οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον, ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς·
—
ὑπέρ ὑγείαν καὶ εὐμορφίαν ἠγάπησα αὐτήν, καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν, ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.
—
ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ᾿ αὐτῆς. καὶ ἀναρίθμητος πλοῦτος ἐν ταῖς χερσὶν αὐτῆς·.
—
εὐφράνθην δὲ ἐπὶ πάντων, ὅτι αὐτῶν ἡγεῖται σοφία, ἠγνόουν δὲ αὐτὴν γένεσιν εἶναι τούτων.
—
ἀδόλως τε ἔμαθον, ἀφθόνως τε μεταδίδωμι. τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι·
—
ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις, ὃν οἱ χρησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν, διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.
—
ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι άξίως τῶν δεδομένων. ὅτι αὐνὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής.
—
ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.
—
αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν.στοιχείων,
—
ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν.
—
ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις.
—
φύσεις ζώων καὶ θυμοὺς θηρίων, πνευμάτῳν βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν.
—
ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων·
—
ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία. Ἔοτιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, ἀμόλυντον, σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ, ἀκώλυτον, εὐεργετικόν,
—
φιλάνθραοπον, βέβαιον, ἀσφαλές, ἀμέριμνον. παντοδύυαμον, πανεπίσκοπον, καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων.
—
πάσης γὰρ κινήσεως κινητικώτερον σοφία, διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα.
—
ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· δμὼ τοῦτο οὐδέν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.
—
ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καί εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
—
μια δὲ οὖσα πάντα δύναται, καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει, καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει·
—
σύθὲν γὰρ ἀγαπῷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα.
—
ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου, καὶ ὑπέρ πᾶσαν ἄστρων θέσιν. φωτὶ συνκρινομένη εὺρίσκεται προτέρα·
—
τοῦτο μέν γὰρ διαδέχεται νύξ, σοφίας δὲ οὐκ ἀντισχύει κακία.
—