Ἀκούσατε οὗν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς·
—
ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν.
—
ὅτι ἐδόθη παρὰ τοῦ κυρίου ἡ κράτησις ὑμῖν. καὶ ἡ δυναστεία παρὰ Ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διεραυνήσει·
—
ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε
—
φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται.
—
ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·
—
οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης, οὐδὲ ἐντραπήσεται μέγεθος· ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν, ὁμοίως τε προνοεῖ περὶ πάντων·
—
τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔραυνᾷ.
—
πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου, ἴνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε.
—
οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.
—
ἐπιθυμήσατε οὗν τῶν λόγων μου, ποθήσατε καὶ παιδευθήσεσθε.
—
Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν·
—
φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.
—
ὁ ὀρθρίσας ἐπʼ αὐτὴν οὐ κοπιάσει, πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.
—
τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
—
ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς, καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντῶ αὐτοῖς.
—
ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία,
—
φροντὶς δὲ παιδείας ἀγάπη, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δέ νόμων βεβαίωσις ἀφθαρσίας,
—
ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦἐπιθυμία
—
ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.
—
εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν, τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
—
τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ, καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλὰ ἀπʼ ἀρχῆς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανές τὴν γνῶσιν αὐτῆς, καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν·
—
οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσαα, ὅτι οὗτος οὐ κοινανήσει σοφίᾳ.
—
πλῆθος δὲ σοφῶν σαντηρία κόσμου, καὶ βασιλεὺς φρόνιμος εὐσταθίᾳ δήμου.
—
ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου, καὶ ὠφεληθήσεσθε.
—