Skip to content

Parallel

Wisdom of Solomon 19

Swete's Septuagint · Berean Standard Bible

τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν φῶς. ὧν φωνὴν ἀκούοντες μορφὴν δὲ οὐχ ὁρῶντες, ὅτι μὲν οὖν κἀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον·
ὅτι δʼ οὐ βλάπτουσιν προηδικημένοι, εὐχαριστοῦσιν, καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο.
ἀνθʼ ὧν πυριφλεγῆ στύλον, ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες
ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι φωτὸς καὶ φυλακισθῆναι σκότει, οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου, δι᾿ ὧν ἤμελλεν τὸ ἄφθαρτον νόμου φῶς τῷ αἰῶνι δίδοσθαι.
βουλευσαμένους αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια, καὶ ἑυὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος, εἰς ἔλεγχον τὸ αὐτῶν ἀφείλω πλῆθος τέκνων, καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρῷ.
ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν, ἵνα ἀσφαλῶς εἰδότες οἶς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν.
προσεδέχθη ὑπὸ λαοῦ σου σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπωλία·
ὧς γὰρ ἐτιμωρήσαω τοὺς ὑπεναντίους, τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας.
κρυφῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν, καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο, τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους, πατέρων ἤδη προαναμελπόντων αἴνους.
ἀντήχει δʼ ἀσύμφωνος ἐχθρῶν ἡ βοή, καὶ οἰκτρὰ διεφέρετο θρηνουμένων παίδων.
ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασθείς, καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων·
ὁμοθυμαδὸν δὲ πάντες ἐν ἐνὶ ὀνόματι θανάτου νεκροὺς εἶχον ἀναριθμήτους· οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοί, ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διεφθάρη.
πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακείας, ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ ὡμολόγησαν θεοῦ υἱὸν λαὸν εἶναι.
ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης τὰ πάντα,
ὁ παντοδύναμός σου λόγος ἀπʼ οὐρανῶν ἐκ θρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς·
ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγὴν σου φέρων, καὶ στὰς ἐπλήραοσεν τὰ πάντα θανάτου· καὶ οὐρανοῦ μέν ἥπτετο, βεβήκει δʼ ἐπὶ γῆς.
τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶς ἐξετάραξαν αὐτούς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι,
καὶ ἄλλος ἀλλαχῇ ῥιμφεὶς ἡμίθνητος δι᾿ ἣν ἔθνησκεν αἰτίαν ἐνεφάνιζεν·
οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες δι᾿ ὃ κακῶς πάσχουσιν ἀπόλωνται.
Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου, καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους· ἀλλ᾿ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή.
σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν, τὸ τῆς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας· ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ, δεικνὺς ὅτι σός ἐστιν θεράπων.
ἐνίκησεν τὸν ὄχλον οὐκ ἰσχύι τοῦ σώματος, οὐχ ὅπλων ἐνερἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν, ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας.
σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπʼ ἀλλήλων νεκρῶν. μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος. καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθου γλυφῆς, καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ.
τούτοις εἶξεν ὁ ὀλοθρεύων, ταῦτα δέ ἐφοβήθησαν· ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.