Skip to content

Parallel

Wisdom of Solomon 18

Swete's Septuagint · Berean Standard Bible

Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν.
ὑπειληφότες γὰρ καταδυναστεύεια ἔθνος ἅγιον ἄνομοι. δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς κατακλεισθέντες ὀρόφοις, φυγάδες τῆς αἰωνίου προνοίας ἕκειντο.
λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν, ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν, θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι·
οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβως διεφύλασσεν, ἦχοι δʼ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν, καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο.
καὶ πυρὸς μέν οὐδεμία βία κατίσχυεν φωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα.
διεφαίνετο δʼ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης. ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγοῦυτο χείραω τὰ βλεπόμενα.
μαγικῆς δέ ἐμπαίγματα κατέκειτο τέχνης, καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονίας ἔλεγχος ἐφύβριστος·
οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης, οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν.
καὶ γὰρ εἰ μηδέν αὐτοὺς ταραχῶδες ἐφόβει, κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι,
διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι.
δειλὸν γὰρ ἰδίως πονηρία μαρτυρεῖ καταδικ ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει.
οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων·
ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας.
οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ἄδου μυχῶν ἐπελθοῦσαν
τὸν αὐτὸν ὕπνον κοιμώμενοι, τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπῆλθεν.
εἶθ᾿ οὕτως, ὃς δή ποτʼ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς·
εἴ τε γὰρ γεαοργὸς ἦν τις ἡ ποιμὴν ἢ τῶν κατʼ ἐρημίαν ἐργάτης μόχθων, προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην.
μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν. εἴ τε πνεῦμα συρίζον, ἡ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελής, ἢ ῥυθμὸς ὕδατος πορευομένου βία,
*ἢ κτύπος ἀπηνὴς καταριπτομένων πετρῶυ, ἡ σκιρτώνταον ζῴων δρόμος ἀθεώρητος, ἡ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνή, ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ, παρέλυσεν αὐτοὺς ἐκφοβοῦντα.
ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτί, καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις·
μόνοις δὲ ἐκείνοις ἐπέτατο βαρεῖα νύξ, εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους, ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.