Skip to content

Parallel

Tobit 14:10

Swete's Septuagint · Berean Standard Bible

καὶ θάψον με καλῶς, καὶ τὴν μητέρα σου μετʼ ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευή. τέκνον, ἴδε τί ἐποίησεν Ἀδὰμ Ἀχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Ἀχιάχαρον μὲν ἔσωσεν, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσῆς ἐποίησεν ἐλεημοσύνην, καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ, Ἀδὰμ δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο.