Parallel
Tobit 10:12
Swete's Septuagint · Berean Standard Bible
καὶ εἶπεν τῇ θυγατρὶ αὐτοῦ Τίμα τοὺς πενθερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν· ἀκούσαιμί σου ἀκοὴν καλήν. καὶ ἐφίλησεν αὐτήν. καὶ Ἔδνα εἶπεν πρὸς Τωβείαν Ἀδελφὲ ἀγαπητέ, ἀποκαταστήσει σε ὁ κύριος τοῦ οὐρανοῦ, καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σάρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου· καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν.
—