Skip to content

Parallel

Susanna (Theodotion) 1

Swete's Septuagint · Berean Standard Bible

1:1
ΚΑΙ ἦν ἀνήρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.
—
1:2
καὶ ἔλαβεν γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον.
—
1:3
καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
—
1:4
καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
—
1:5
Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνῶν τὸν λαόν.
—
1:6
οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακείμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.
—
1:7
καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σουσάννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.
—
1:8
καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς.
—
1:9
καὶ διέ. στρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων.
—
καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν·
—
ὅτι ήσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.
—
καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν.
—
καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν· καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ᾿ ἀλλήλων.
—
καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτό, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
—
καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθές καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσω, ὅτι καῦμα ἣν.
—
καὶ οὐκ ἣν ἐκεῖ οὐδεὶς πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν.
—
καὶ εἶπεν τοῖς κορασίοις Ἐνέγκατε δὴ μοι ἔλαιον καὶ σμήγματα, καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
—
καὶ ἐποίησαν καθὼς εἶπεν, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι.
—
καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ,
—
καὶ εἶπον Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συνκατάθου ἡμίν, καὶ γενοῦ μεθʼ ἡμῶν.
—
εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σου.
—
καὶ ἀνεστέναξεν Σουσάννα καὶ εἶπεν Στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.
—
αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐνπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου.
—
καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσάννα· ἐβόησαν δέ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς.
—
καὶ δραμὼν ὁ εἶς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου.
—
ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.
—
ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοι οῦτος περὶ Σουσάννης.
—
καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακείμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσάννης τοῦ θανατῶσαι αὐτήν, καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ
—
Ἀποστείλατε ἐπὶ Σουσάνναν θυγατέρα Χελκίου ἥ ἐστιν γυνὴ Ἰωακείμ. οἱ δὲ ἀπέστειλαν.
—
καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς.
—
ἡ δὲ Σουσάννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει
—
οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς.
—
ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν.
—
ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλῆν αὐτῆς·
—
35 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ Κυρίῳ.
—
εἶπαν δὲ οἱ πρεσβῦται Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας.
—
καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετʼ αὐτῆς.
—
ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπʼ αὐτούς·
—
καὶ ἰδόντες συγγινομένους αὐτούς, ἐκείνου μέν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπέρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι,
—
ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος·
—
καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς, καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.
—
ἀνεβόησεν δέ φωνῇ μεγάλῃ Σουσάννα καὶ εἶπεν Ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,
—
σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω, μὴ ποιήσασα μηδέν ὅν οὗτοι ἐπονηρεύσαντο κατʼ ἐμοῦ.
—
Καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς αὐτῆς.
—
καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιὴλ.
—
καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἀθῷος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.
—
ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν Τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας;
—
ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφές ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ;
—
ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὖτοι κατεμαρτύρησαν αὐτῆς.
—
καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι Δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν, ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον.
—
καὶ εἶπεν πρὸς αὐτοὺς Δανιὴλ Διαχωρίσατε αὐτοὺς ἀπʼ ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς.
—
ὡς δὲ διεχωρίσθησαν εἰς ἀπὸ τοῦ ἑνός, ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον,
—
κρίνων κρίσεις ἀδίκους, καὶ τοὺς μέν ἀθῴους κατακρίνων, ἀπολύων δέ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.
—
νῦν οὗν ταύτην εἴπερ ἴδες, εἰπόν ῾ Υπὸ τί δένδρον ἴδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπ εν ῾ Υπὸ σχῖνον.
—
εἶπεν δὲ Δανιὴλ Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἥδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον.
—
καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανάαν καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου.
—
οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν.
—
νῦν οὗν λέγε μοι ῾ Υπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν ῾ Υπὸ πρῖνον.
—
εἶπ εν δὲ αὐτῷ Δανιὴλ ᾿Ορθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολεθρεύσῃ ὑμᾶς.
—
Καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν.
—
καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομάρτυρας ὄντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον,
—
ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν οὐτούς· καὶ ἐσώθη αἶμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
—
ελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἤνεσαν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συνγενῶν πάντων, ὅτι οὐχ εἰρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.
—
Καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.
—