μὴ ποίει κακά καὶ οὐ μή σε καταλάβῃ κακόν
—
ἀπόστηθι ἀπὸ ἀδίκου καὶ ἐκκλινεῖ ἀπὸ σοῦ
—
υἱέ μὴ σπεῖρε ἐπ᾿ αὔλακας ἀδικίας καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως
—
μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης
—
μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου
—
μὴ ζήτει γενέσθαι κριτής μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου
—
μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ
—
μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ
—
μὴ εἴπῃς τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται
—
μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς
—
μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν
—
μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει
—
μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν
—
μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου
—
μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην
—
μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ
—
ταπείνωσον σφόδρα τὴν ψυχήν σου ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ
—
μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφιρ
—
μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον
—
μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ
—
οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή μὴ στερήσῃς αὐτὸν ἐλευθερίας
—
κτήνη σοί ἐστιν ἐπισκέπτου αὐτά καὶ εἰ ἔστιν σοι χρήσιμα ἐμμενέτω σοι
—
τέκνα σοί ἐστιν παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν
—
θυγατέρες σοί εἰσιν πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου
—
ἔκδου θυγατέρα καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν
—
γυνή σοί ἐστιν κατὰ ψυχήν μὴ ἐκβάλῃς αὐτήν καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν
—
ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ
—
μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγεννήθης καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί
—
ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε
—
ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς
—
φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων
—
καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου ἵνα τελειωθῇ ἡ εὐλογία σου
—
χάρις δόματος ἔναντι παντὸς ζῶντος καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν
—
μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον
—
μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ
—
ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις
—