μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου
—
τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν
—
ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν
—
λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα
—
οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων
—
εἰ κτᾶσαι φίλον ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ
—
ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου
—
καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει
—
καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου
—
καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται
—
ἐὰν ταπεινωθῇς ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται
—
ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε
—
φίλος πιστὸς σκέπη κραταιά ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν
—
φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ
—
φίλος πιστὸς φάρμακον ζωῆς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν
—
ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ ὅτι κατ᾿ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ
—
τέκνον ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν
—
ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς
—
ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος
—
ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾿ αὐτῷ καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν
—
σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά
—
ἄκουσον τέκνον καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου
—
καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου
—
ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς
—
ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς
—
ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν
—
ἐπ᾿ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην
—
καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης
—
κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾿ αὐτῆς καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον
—
στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ
—
ἐὰν θέλῃς τέκνον παιδευθήσῃ καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου πανοῦργος ἔσῃ
—
ἐὰν ἀγαπήσῃς ἀκούειν ἐκδέξῃ καὶ ἐὰν κλίνῃς τὸ οὖς σου σοφὸς ἔσῃ
—
ἐν πλήθει πρεσβυτέρων στῆθι καὶ τίς σοφός αὐτῷ προσκολλήθητι
—
πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε
—
ἐὰν ἴδῃς συνετόν ὄρθριζε πρὸς αὐτόν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου
—
διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός αὐτὸς στηριεῖ τὴν καρδίαν σου καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι
—