Skip to content

Parallel

Sirach (Ecclesiasticus) 51

Swete's Septuagint · Berean Standard Bible

Ἐξομολογήσομαί σοι, Κύριε βασιλεῦ, καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου, (²)ἐξομολογοῦμαι τῷ ὀνόματί σου·
—
ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, (³)καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλίας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος, καὶ ἔναντι τῶν παρεστηκότων
—
ἐγένου βοηθός, ³καὶ ἐλυτρώσω με κατὰ τὸ πλῆθος ἐλέου καὶ ὀνόματός σου ἐκ βρυγμῶν ἕτοιμος εἰς βρῶμα, (⁵)ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου. ἐκ πλειόνων θλίψεων ὧν ἔσχον,
—
ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρὸς οὗ οὐκ ἐξέκαυσα,
—
ἐκ βάθους κοιλίας ἅδου, καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς.
—
βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου· (⁸)ᾔνεσεν ἕως θανάτου ἡ ψυχὴ μου. (9)καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾄδου κάτω·
—
περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐμβλέπων εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἦν.
—
καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπʼ αἰῶνος, ⁽¹²)ὅτι ἐξελῇ τοὺς ὑπομένοντάς σε καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν.
—
καὶ ἀνύψωσα ἐπὶ γῆν ἱκετίαν μου, καὶ ὑπέρ θανάτου ῥύσεως ἐδεήθην
—
ἐπεκαλεσάμην Κύριον πατέρα κυρίου μου, μὴ με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας.
—
αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς, καὶ ὑμνήσω ἐν ἐξομολογήσει καὶ εἰσηκούσθη ἡ δέησίς μου.
—
ἔσωσας γάρ με ἐξ ἀπωλείας, καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ· (17)διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σοι, καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου.
—
Ἔτι ὢν νεώτερος πρὶν ἢ πλατηθῆναί με, ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου·
—
ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς, καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν.
—
ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς (20)εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ· ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευον αὐτήν.
—
ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην. καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαο·
—
προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· (23)τῷ διδόντι μοι σοφίαν δώσω δόξαν.
—
διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτήν, καὶ ἐζήλωσα τὸ ἀγαθόν, καὶ οὐ μὴ αἰσχυνθῶ.
—
διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ, καὶ ἐν ποιήσει λιμοῦ διηκριβασάμην· (2⁶)τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος, καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα·
—
τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν, καρδίαν ἐκτησάμην μετʼ αὐτῶν ἀπʼ ἀρχῆς, καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν· διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.
—
καὶ ἡ κοιλία μου ἐταράχθη ἐκζητῆσαι αὐτὴν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα.
—
ἔδωκεν Κύριος γλῶσσάν μοι μισθόν μου. καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.
—
Ἐγγίσατε πρὸς μέ, ἀπαίδευτοι, καὶ αὐλἰσθητε ἐν οἴκῳ παιδείας.
—
καὶ ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις, καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα.
—
ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα Κτήσασθε αὐτοῖς ἄνευ ἀργυρίου·
—
τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν· ἐγγύς ἐστιν εὑρεῖν αὐτήν.
—
ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα, καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν.
—
μετάσχετε παιδείαν ἐν πολλῷ ἀριθμῷ ἀργυρίομ. καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ·
—
εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ. καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ·
—
ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροί, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.
—