Skip to content

Parallel

Sirach (Ecclesiasticus) 50

Swete's Septuagint · Berean Standard Bible

Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέραψεν οἶκον, καὶ ἐυ ἡμέραις αὐτοῦ ἐστερέωσεν τὸν ναόν·
—
καὶ ὑπʼ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς, ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ·
—
ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων, χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον·
—
ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως, καὶ ἐνισχύσας πόλιν ἐνπολιορκῆσαι.
—
ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος·
—
ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφέλης, ὡς σελήνη πλήρης ἐν ἡμέραις·
—
ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου, καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης·
—
ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπʼ ἐξόδων ὕδατος, ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους·
—
ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου· (10)ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ·
—
ὡς ἐλαία ἀναθάλλουσα καρπούς, καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.
—
ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος, ⁽¹²)ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασεν περιβολὴν ἁγιάσματος·
—
ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρʼ ἐσχάρᾳ βωμοῦ, κυκλόθεν αὐτὸς στέφανος ἀδελφῶν ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ, ⁽¹⁴)καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων·
—
καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν, ⁽¹⁵)καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ
—
καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν, κοσμῆσαι προσφορὰν Ὑψίστου Παντοκράτορος,
—
ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ, καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς, (17) ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας Ὑψίστῳ Πανβασιλεῖ.
—
τότε ἀνέκραγον υἱοὶ Ἀαρών, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι Ὑψίστου·
—
τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσεν, καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν Παντοκράτορι θεῷ τῷ ὑψίστῳ·
—
καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος·
—
καὶ ἐδεήθη ὁ λαὸς Κυρίου Ὑψίστου ἐν προσευχῇ κατέναντι Ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος Κυρίου καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.
—
τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραήλ, δοῦναι εὐλογίαν Κυρίῳ ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι·
—
καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν παρὰ Ὑψίστου.
—
καὶ νῦν εὐλογήσατε τῷ θεῷ πάντες τῷ μεγαλοποιοῦντι πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας. καὶ ποιοῦντα μεθʼ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ·
—
δῴη ὑμῖν εὐφροσύνην καρδίας, καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ἰσραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος,
—
ἐνπιστεῦσαι μεθʼ ἡμῶν τὸ ἔλεος αὐτοῦ, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς.
—
ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος·
—
οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, Φυλιστιείμ, καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.
—
Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ, Ἰησοῦς υἱὸς Σειρὰχ Ἐλεαζὰρ ὁ Ἰεροσολυμείτης. ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ.
—
μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται·
—
ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει· ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ. (¹)Προσευχὴ Ἰησοῦ υἱοῦ Σειράχ·
—