γαυρίαμα ὕψους στερέωμα καθαριότητος εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης
—
ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν ἔργον ὑψίστου
—
ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται
—
κάμινον φυσῶν ἐν ἔργοις καύματος τριπλασίως ἥλιος ἐκκαίων ὄρη ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς
—
μέγας κύριος ὁ ποιήσας αὐτόν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν
—
καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος
—
ἀπὸ σελήνης σημεῖον ἑορτῆς φωστὴρ μειούμενος ἐπὶ συντελείας
—
μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει σκεῦος παρεμβολῶν ἐν ὕψει ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων
—
κάλλος οὐρανοῦ δόξα ἄστρων κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου
—
ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν
—
ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ
—
ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό
—
προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ
—
διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά
—
ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας καὶ διεθρύβησαν λίθοι χαλάζης
—
καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη ἐν θελήματι αὐτοῦ πνεύσεται νότος
—
φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος
—
ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία
—
καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα
—
ψυχρὸς ἄνεμος βορέης πνεύσει καὶ παγήσεται κρύσταλλος ἐφ᾿ ὕδατος ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ
—
καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ
—
ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει
—
λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους
—
οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν
—
καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα ποικιλία παντὸς ζῴου κτίσις κητῶν
—
δι᾿ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα
—
πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα καὶ συντέλεια λόγων τὸ πᾶν ἐστιν αὐτός
—
δοξάζοντες ποῦ ἰσχύσομεν αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ
—
φοβερὸς κύριος καὶ σφόδρα μέγας καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ
—
δοξάζοντες κύριον ὑψώσατε καθ᾿ ὅσον ἂν δύνησθε ὑπερέξει γὰρ καὶ ἔτι καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι μὴ κοπιᾶτε οὐ γὰρ μὴ ἀφίκησθε
—
τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν
—
πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ
—
πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν
—