μὴ περὶ τούτων αἰσχυνθῇς καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν
—
περὶ νόμου ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ
—
περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων
—
περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων
—
περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι
—
ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς καὶ ὅπου χεῖρες πολλαί κλεῖσον
—
ὃ ἐὰν παραδιδῷς ἐν ἀριθμῷ καὶ σταθμῷ καὶ δόσις καὶ λῆμψις πάντα ἐν γραφῇ
—
περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος
—
θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ καὶ συνῳκηκυῖα μήποτε μισηθῇ
—
ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ καὶ συνῳκηκυῖα μήποτε στειρωθῇ
—
ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν
—
παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε
—
ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός
—
κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν
—
μνησθήσομαι δὴ τὰ ἔργα κυρίου καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ
—
ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ
—
οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν
—
ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος
—
ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων
—
οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα οὐκ ἐκρύβη ἀπ᾿ αὐτοῦ οὐδὲ εἷς λόγος
—
τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα οὔτε προσετέθη οὔτε ἠλαττώθη καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου
—
ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι
—
πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις καὶ πάντα ὑπακούει
—
πάντα δισσά ἓν κατέναντι τοῦ ἑνός καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον
—
ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ
—