Parallel
Psalms 128
Swete's Septuagint · Berean Standard Bible
Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ·
129:1
A song of ascents. Many a time they have persecuted me from my youth—let Israel now declare—
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησαν μοι.
129:2
many a time they have persecuted me from my youth, but they have not prevailed against me.
ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἀμάκρυναν τὴν ἀνομίαν αὐτῶν·
129:3
The plowmen plowed over my back; they made their furrows long.
Κύριος δίκαιος συνέκοψεν αὐχένα ἁμαρτωλῶν·
129:4
The LORD is righteous; He has cut me from the cords of the wicked.
αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών·
129:5
May all who hate Zion be turned back in shame.
γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
129:6
May they be like grass on the rooftops, which withers before it can grow,
οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων·
129:7
unable to fill the hands of the reaper, or the arms of the binder of sheaves.
καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία Κυρίου ἐφʼ ἡμᾶς, εὐλογήσομεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
129:8
May none who pass by say to them, “The blessing of the LORD be on you; we bless you in the name of the LORD.”