Skip to content

Parallel

Psalms of Solomon 12

Swete's Septuagint · Berean Standard Bible

Κύριε, ῥῦσαι τὴν ψυχὴν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ, ἀπὸ γλώσσης παρανόμου καὶ ψιθυρου καὶ λαλούσης ψευδῆ καὶ δόλια·
—
ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηρῦ. ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ
—
ἡ παροικία αὐτοῦ, ἐμπλῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους.
—
συνχέαι οἴκους παρανόμους ἐν πολέμῳ χείλεσι ψιθύροις. μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ, καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων Κύριον
—
ἐν πυρὶ φλογὸς γλῶσσα ψιθυρὸς ἀπόλοιτο ἀπὸ ὁσίων.
—
φυλάξαι Κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους, καὶ κατευθύναι Κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ.
—
Τῷ Σαλωμών· ἐν γλώσσῃ παρανόμων.
—
τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα,
—
καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου Κυρίου ἅπαξ, καὶ ὅσιοι Κυρίου κληρονομήσαισαν ἐπαγγελίας.
—