Εαλπίσατε ἐν Σιὼν ἐν σάλπιγγι σημασίας ἁγίων,
—
κηρύξατε ἐν Ἰερουσαλὴμ φωνὴν εὐαγγελιζομένου· ὅτι ἠλέησεν ὁ θεὸς Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
—
στῆθι, Ἰερουσαλήμ, ἐφʼ ὑψηλοῦ, καὶ ἴδε τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ἀπὸ Κυρίου.
—
ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν· ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός.
—
ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖ ·
—
οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν, οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν.
—
π ᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός, ἵνα παρέλθῃ Ἰσραὴλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν,
—
ἔνδυσαι, Ἰερουσαλήμ, τὰ ἱμάτια τῆς δόξης σου, ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου· ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι.
—
ποιήσαι Κύριος ἅ ἐλάλησεν ἐπὶ Ἰσραὴλ καὶ Ἰερουσαλήμ· ἀναστήσαι Κύριος τὸν Ἰσραὴλ ἐν ὀνύματι δάξης αὐτοί. τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι
—