Skip to content

Parallel

Psalms 9

Swete's Septuagint · Berean Standard Bible

9:1
Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυείδ.
—
9:2
Ἐξομολογήσομαι σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου·
—
9:3
εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.
—
9:4
ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.
—
9:5
ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.
—
9:6
ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα > τοῦ αἰῶνος.
—
9:7
τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἠχοῦς·
—
9:8
καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει· ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.
—
9:9
καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
—
καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει.
—
καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐνκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.
—
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιῶν, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ·
—
ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων.
—
ἐλέησόν με, Κύριε· ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
—
ὅπως ἄν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιῶν· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
—
ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτῶν.
—
γινώσκεται Κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός. ᾠδὴ διαφάλματος.
—
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾄδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ.
—
ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
—
ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.
—
κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτούς, γνώτωσαν ἔθνη ὅτι οἱ ἄνθρωποί εἰσιν. διάψαλμα.
—
ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν ; ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψει ;
—
ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐνπυρίζεται ὁ πτωχός· συνλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.
—
ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται.
—
παρώξυνεν τὸν Κύριον ὁ ἁμαρτωλός, κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ.
—
βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.
—
κἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
—
οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.
—
ἐνκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.
—
ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· ἐν τῇ παγίδι αὐτοῦ
—
ταπεινώσει αὐτόν· κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
—
εἶπεν γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἐπιλέλησται ὁ θεός, ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος,
—
ἀνάστηθι, Κύριε ὁ θεός, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων.
—
ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν ; εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ ζητήσει.
—
βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοήσεις. τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου. σοὶ οὖν ἐνκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ὖσθα βοηθός.
—
σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὐρεθῇ δι᾿ αὐτήν.
—
βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ.
—
τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος. τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου,
—
κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.
—