Skip to content

Parallel

Psalms 10

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον ;
ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησεν ;
Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ· ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.
ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.