ψαλμὸς ᾠδῆς, εὶς τὴς ἠμέραν τοῦ ασββάτον.
—
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε·
—
τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα,
—
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετʼ ᾠδῆς ἐν κιθάρᾳ·
—
ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
—
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου.
—
ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
—
ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
—
σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε.
—
ὅτὶ ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
—
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι·
—
καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπʼ ἐμέ πονηρευομένοις εἰσακούσεται τὸ οὖς μου.
—
δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
—
πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν·
—
γότε πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες ἔσονται· τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς Κύριος ὁ θεός μου. καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
—