Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
—
ἐρεῖ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ· καὶ καταφυγὴ μου ὁ θεός μου, ἐλπιῶ ἐπʼ αὐτόν.
—
ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους·
—
ἐυ τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.
—
οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας,
—
ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
—
πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ
—
πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.
—
ὅτι σύ, Κύριε. ἡ ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγὴν σου.
—
οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου·
—
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν ταῖς ὁδοῖς σου·
—
ἐπὶ χειρῶν ἀροῦσίν σε. μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
—
ἐπ᾿ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
—
ὅτι ἐπʼ ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
—
ἐπικαλέσεται με, καὶ εἰσακούσομαι αὐτοῦ. μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν.
—
μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου.
—