Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ εἰσάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ.
—
φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
—
ἐλέησόν με, κύριε, ὅτι πρὸς σέ κεκράξομαι ὅλην τὴν ἡμέραν.
—
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, κύριε, ἤρα τὴν ψυχὴν μου.
—
ὅτι σύ, κύριε. χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
—
ἐνώτισαι, Κύριε, τὴν προσευχὴν μου. καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
—
ἐν ἡμέρᾳ θλίψεως μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου.
—
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε. καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.
—
πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου·
—
ὅτι μέγας εἶ σὺ καὶ ποιὥν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας.
—
δήγησόν με, Κύριε, τῇ ὁδῷ σου, καὶ πορεύσομαι τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
—
ἐξομολογήσομαί σοι, Κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα·
—
ὅτι τὸ ἔλεός σου μέγα ἐπʼ ἐμέ, καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου.
—
ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπʼ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
—
καὶ σύ, Κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
—
ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
—
ποίησον μετʼ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
—