Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε ψαλμός.
—
Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
—
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας τὰς ἁμαρτίας αὐτῶν. διάψαλμα.
—
κατέπαυσας τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
—
ἐπίστρεψον ἡμᾶς, ὁ θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφʼ ἡμῶν.
—
μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν ; ἤ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν
—
ὁ θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.
—
δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου, Κύριε, δῴης ἡμῖν.
—
ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ θεός, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν.
—
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ. τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
—
ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν·
—
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.
—
καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.
—
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
—