Skip to content

Parallel

Psalms 73

Swete's Septuagint · Berean Standard Bible

Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
—
μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.
—
ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
—
καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου,
—
ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν
—
τὰς θύρας αὐτῆς· ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
—
ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
—
εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγενία αὐτῶν ἐπὶ τὸ αὐτό Δεῦτε καὶ καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς.
—
τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιυ ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
—
ἔως πότε, ὁ θεός, ὀνειδιεῖ ὁ ἐχθρός παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
—
ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
—
ὁ δὲ βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσχῳ τῆς γῆς.
—
σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος·
—
ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.
—
σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους,
—
σὴ ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἧ νύξσὺ κατηρτίσω ἥλιον καὶ σελήνην.
—
σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ σὺ ἐποίησας·
—
μνήσθητι ταύτης τῆς κτίσεως ἐχθρὸς ὠνείδισεν τὸν κύριον, καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομα αὐτοῦ.
—
μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.
—
ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτωμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
—
μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατηησ χυμμένος· πταωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου.
—
ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.
—
μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀναβαίη διὰ παντὸς πρὸς σέ.
—
Συνέσεως τῷ Ἀσάφ.
—