Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ.
—
ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.
—
ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν·
—
ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·
—
ἐν κόποις ἀνθρώπων οὐκ εἰσίν, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.
—
διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν.
—
ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, διῆλθον εἰς διάθεσιν καρδίας·
—
δενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ. ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·
—
ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.
—
διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς,
—
καὶ εἶπαν Πῶς ἔγνω ὁ θεός;
—
ἰδοὺ ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ εἰς τὸν αἰῶνα κατέσχον πλούτου.
—
καὶ εἶπα Ἀρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου. καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου,
—
καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας.
—
εἰ ἔλεγον Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γεωεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.
—
καὶ ὑπέλαβον τοῦ γνῶναι· τοῦτο κόπος ἐναντίον μου,
—
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα.
—
πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς.
—
πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.
—
ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
—
ὅτι ηὐφράνθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιὼθησαν·
—
καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρὰ σοί.
—
καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου,
—
ἐν τῇ βουλῇ σου ὡδήγησάς με. καὶ μετὰ δόξης προσελάβου με.
—
τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς
—
ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα.
—
ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
—
ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ κυρίῳ ἀγαθόν ἐστιν, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.
—