Skip to content

Parallel

Psalms 65

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ ἀναστάσεως. Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ.
ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ·
εἶπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί
πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. διάφαλμα.
δεῦτε, τέκνα, καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ, φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποτσμῷ διελεύσονται ποδί ἐκεῖ εὐφρανθησόμεθα ἐπʼ αὐτῷ,
τῷ δεσπόζοντι ἐν τῇ δυναστίᾳ τοῦ αἰῶνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα.
εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν, καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,
τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός, καὶ ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.
εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα. ἔθου θλίψεις ἐνώπιον ἡμῶν,
ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν
εἰσελεύσμαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαθτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου,
ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου·
ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων. διάψαλμα.
δεῦτε ἀκούσατε καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν κύριον, ὅσα ἐποίησεν τῇ ψυχῇ μου.
πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.
ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδία, μὴ εἰσακουσάτω Κύριος.
διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός, προσέσχεν τῇ φωνῇ τῆς προσευχῆς μου.
εὐλογητὸς ὁ θεὸς ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπʼ ἐμοῦ.