Skip to content

Parallel

Psalms 64

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ, ᾠδή.
—
Σοι πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών. καὶ σοὶ ἀποδοθήσεται εὐχή.
—
εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾱσα σὰρξ ἥξει.
—
λόγοι ἀνόμων ὑπερηδυνάμωσαν ἡμᾶς, καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.
—
μακάριος ὃν ἐξελέξω καὶ προσελάβου. κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου,
—
θαυμαστὸς ἐν δικαιοσύνῃ. ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς·
—
ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι σου. περιεζωσμένος ἐν δυναστία·
—
ὁ συνταράσσων τὸ ὕδωρ τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχθήσονται τὰ ἔθνη
—
καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου· ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις.
—
ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν. ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.
—
τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.
—
εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος·
—
πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
—
ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.
—