Ψαλμὸς τῷ Δαυείδ· εἰς ἀνάμνησιν περὶ σαββάτου.
—
Κύριε. μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
—
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήρισας ἐπʼ ἐμέ τὴν χεῖρά σου·
—
καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
—
ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλὴν μου. ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ.
—
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·
—
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην·
—
ὅτι ἡ ψυχή μου ἐπλήσθη ἐνπαιγμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.
—
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
—
καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου οὐκ ἐκρύβη ἀπὸ σοῦ.
—
ἡ καρδία μου ἐταράχθη, ἐνκατέλιπέν με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετʼ ἐμοῦ.
—
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν·
—
καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχὴν μου. καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
—
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·
—
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν στόματι αὐτοῦ ἐλεγμούς.
—
ἰτι ἐπὶ σὲ ἤλπισα, Κύριε· σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου.
—
ὅτι εἶπα Μή ποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπʼ ἐμέ ἐμεγαλορημονησαν.
—
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός.
—
ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπέρ τῆς ἁμαρτίας μου.
—
οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπέρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
—
οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην.
—
μὴ ἐνκαταλίπῃς με, Κύριε· ὁ θεός μου. μὴ ἀποστῇς ἀπʼ ἐμοῦ·
—
πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου.
—