Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδέ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·
—
ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.
—
ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς.
—
κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.
—
ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπʼ αὐτόν, καὶ αὐτὸς ποιήσει·
—
καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν.
—
ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ζωῇ αὐτοῦ. ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας.
—
παῦσαι ἀπὸ ὀργῆς καὶ ἐνκατάλιπε θυμόν. μὴ παραζήλου ὤστε πονηρεύεσθαι.
—
ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
—
καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς·
—
οἱ δέ πρᾳεῖς κληρονομήσουσιν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.
—
παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπʼ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ·
—
δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἤξει ἡ ἡμέρα αὐτοῦ.
—
ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί, ἐνέτειναν τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ·
—
ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.
—
κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπέρ πλοῦτον ἁμαρτωλῶν πολύν.
—
ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους Κύριος.
—
γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται·
—
οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.
—
ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον.
—
δανίζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ
—
ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.
—
παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται. καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει·
—
ὅταν πέσῃ οὐ καταραχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
—
νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα, καὶ οὐκ ἴδον δίκαιον ἐνκαταλελιμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
—
ὅλην τὴν ἡμέραν ἐλεῷ καὶ δανίζει, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.
—
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος.
—
ὅτι Κύριος ἀγαπῷ κρίσιν, καὶ οὐκ ἐνκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄμωμοι ἐκδικηθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται.
—
δίκαιοι δέ κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπʼ αὐτῆς.
—
στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν·
—
ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.
—
κατανοήσει ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν·
—
ὁ δὲ κύριος οὐ μὴ ἐνκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσῃ αὐτὸν ὅταν κρίνηται αὐτῷ.
—
ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν γῆν, ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ.
—
εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·
—
καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.
—
φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐνκατάλιμμα ἀνθρώπῳ εἰρηνικῷ.
—
οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό, τὰ ἐνκαταλίμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται.
—
σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίῳ, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως·
—
καὶ βοηθήσει αὐτοῖς Κύριος καὶ ῥύσεται αὐτούς, καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπʼ αὐτόν.
—