Skip to content

Parallel

Psalms 34

Swete's Septuagint · Berean Standard Bible

Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς πολέμησον τοὺς πολεμοῦντάς με·
—
ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι·
—
ἔκχεον ῥομφαίαν καὶ σύνκλεισον ἐξ ἐναντίας τῶν·καταδιωκοντων με· εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγὼ εἰμι.
—
αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου. ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοι κακά.
—
γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·
—
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς.
—
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχὴν μου.
—
ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσιν, καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς. καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
—
ἡ δέ ψυχὴ μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
—
πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
—
ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἐπηρώτων με·
—
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου·
—
ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστία τὴν ψυχὴν μου, καὶ ἡ προσευχὴ μου εἰς κόλπον μου ἀποστραφήσεται.
—
ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην.
—
καὶ κατʼ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν·
—
ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν. ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
—
Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχὴν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου.
—
ἐξομολογήσομαί σοι, Κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.
—
μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
—
ὅτι ἐμοὶ μέν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο·
—
καὶ ἐπλάτυναν ἐπʼ ἐμέ τὸ στόμα αὐτῶν, εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν.
—
εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· Κύριε, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ.
—
ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου. ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου.
—
κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι.
—
μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν.
—
αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἄμα οἱ ἐπιχαίροντες τοῖς κακοῖςκοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορημονοῦντες ἐπʼ ἐμέ.
—
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθείη ὁ κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
—
καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου. ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.
—