Τῷ Δαυείδ, ὁπότε ήλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβειμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν.
—
Εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
—
ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ἡ ψυχὴ μου· ἀκουσάτωσαν πρᾳεῖς καὶ εὐφρανθήτωσαν.
—
μεγαλύνατε τὸν κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
—
ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρύσατό με.
—
προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
—
οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
—
παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
—
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος· μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπʼ αὐτόν.
—
φοβήθητε τὸν κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
—
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. διάψαλμα.
—
δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς.
—
τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἰδεῖν ἡμέρας ἀγαθάς
—
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον·
—
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
—
ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·
—
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
—
ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρύσατο αὐτοὺς.
—
ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώκεο.
—
πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς.
—
Κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἐν ἐξ αὐτῶν οὐ συντριβήσεται.
—
θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.
—
λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσιν πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτόν.
—