Skip to content

Parallel

Psalms 142

Swete's Septuagint · Berean Standard Bible

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνὼτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
—
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
—
ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωήν μου· ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
—
καὶ ἠκηδίασεν ἐπʼ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
—
ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων.
—
διεπέτασα τὰς χεῖράς μου πρὸς σέ, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρός σοι. διάψαλμα.
—
ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
—
ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σέ ἦρα τὴν ψυχήν μου.
—
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε. ὅτι πρὸς σέ κατέφυγον.
—
δίδαξον με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι θεός μου εἶ σύ· τὸ πνεῦμά σου τὸ ἅγιον ὁδηγήσει με ἐν τῇ εὐθεία.
—
ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχὴν μου·
—
καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι δοῦλός σού εἰμι ἐγώ.
—