Skip to content

Parallel

Psalms 118

Swete's Septuagint · Berean Standard Bible

Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
μακάριοι οἱ ἐξεραυνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητοῦσιν αὐτόν·
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα.
ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου·
τότε οὐ μὴ ἐπαισχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
ἐξομολογήσομαί σοι, Κύριε, ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
τὰ δικαιώματά σου φυλάξω, μὴ με ἐνκαταλίπῃς ἕως σφόδρα.
Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου.
ἐν ὅαρδίᾳ ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἄν μὴ ἁμάρτω σοι.
εὐλνγητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου·
ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ.
ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ ἐκζητήσω τὰς ὁδούς σου·
ἐν τοῖς δικαιώμασίν σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι, καὶ φυλάξω τοὺς λόγους σου.
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. πάροικός εἰμι ἐν τῇ γῆ, μὴ ἀποστρέψῃς ἀπʼ ἐμοῦ τὰς ἐντολάς σου.
ἐπεπόθησεν ἡ ψυχὴ μου τοῦ ἐπιθυμῆσαι εἰς τὰ δικαιώματά σου ἐν παντὶ καιρῷ.
ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
περίελε ἀπʼ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
καὶ γὰρ ἐκάθισαν ἄρχοντες, κατʼ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου·
καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μσυ τὰ δικαιώματά σου.
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζήσομαι κατὰ τὸ λόγιόν σου.
τὰς ὁδούς σου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου,
καὶ ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
Ἁλληλουιά.
τὸ στόμα μου ἤνοιξα καὶ ἤλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία·
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν.
ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.
στῆσον τῷ δούλῳ σου εἰς τὸ λόγιόν σου, εἰς τὸν φόβον σου.
περίελε τὸ ὄνειδός μου ὃ ὑπώπτευσα, τὰ γὰρ κρίματα σου χρηστά.
ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεος σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸ ἔλεός σου·
καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.
καὶ φυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα·
καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην·
καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησας σφόδρα·
καὶ ἤρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου αἷς ἠγάπησας σφόδρα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.
Μνήσθητι τὸν λόγον σου τῶν δούλων σου ᾧ ἐπήλπισάς με.
αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου οὐκ ἐξέκλινα.
ἐμνήσθην τῶν κριμάτων σου, Κύριε, ἀπʼ αἰῶνος καὶ παρεκλήθην.
ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐνκαταλιμπανόντων τὸν νόμον σου.
ψαλτὰ σάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου.
ἐμνήσθην ἐν νυκτὶ τὸ ὄνομά σου, Κύριε. καὶ ἐφύλαξα τὸν νόμον σου.
αὕτη ἐγενήθη μοι. τὰ δικαιώματά σου ἐξεζήτησα.
Μερίς μου, Κύριε· εἶπα φυλάξασθαι τὰς ἐντολάς σου.
ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου. ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
ὅτι διελογισάμην κατὰ τὰς ὁδούς σου. καὶ ἀπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην φυλάξασθαι τὰς ἐντολάς σου.
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι. καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
μέτοχος ἐγὼ εἰμι πάντων τῶν φοβουμένων σε καὶ φυλασσόντων τὰς ἐντολάς σου.
τοῦ ἐλέους σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ· τὰ δικαιώματά σου, Κύριε, δίδαξόν με.
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸ λόγιόν σου.
χρηστότητα καὶ παιδίαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐγὼ ἐφύλαξα.
χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.
ἐπληθύνθη ἐπʼ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλη καρδίᾳ μου ἐξεραυνήσω τὰς ἐντολάς σου.
ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπέρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἡτοίμασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.
οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
ἔγνων, Κύριε, ὅτι δικαιοσύνῃ καὶ ἀληθεία τὰ κρίματά σου ἐταπείνωσάν με.
γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με καὶ τὸ λόγιόν σου τῷ δούλῳ σου·
ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μοί ἐστιν.
αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.
ἐπιστρεψάτωσαν οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχὴ μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.
ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες ΙΙαρεκάλεσάν με.
τι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
πόσαι όσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ οὐχ ὡς ὁ νόμος σου, Κύριε.
,πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με. βοήθησόν μοι.
παρὰ βοαχὺ συνετλεσάν με ἐν τῇ γῇ. ἐγὼ δὲ οὐκ ἐνκατέλειπον τὰς ἐντολάς σου.
κατὰ τὸ ἔλεός σου ζήσομαι, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.
τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σου.
εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου·
εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με, Κύριε.
σός εἰμι, Κύριε, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα·
τὰ δέ μαρτύριά σου συνῆκα.
πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα.
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.
ὑπέρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὰς ἐντολάς σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν.
ὑπὲρ πάντας τοὺς διδάσκοντας με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.
ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐζήτησα.
ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου·
ἀπὸ τῶν κλιμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι.
ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπέρ μέλι καὶ κηρίον τῷ στόματί μου.
ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας, ὅτι σὺ ἐνομοθέτησάς
Λύχνος τοῖς ποσίν μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.
ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸ λόγιόν σου.
τὰ ἑκούσια τοῦ στόματός μου εὐλόγησον, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.
ἡ ψυχὴ μου ἐν ταῖς χερσὶ διὰ παντός, καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην.
ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν·
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διὰ παντὸς ἄμειψιν.
Παρανόμους ἐμίσησα, καὶ τὸν νόμον σου ἠγάπησα.
βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ, καὶ εἰς τὸν λαόν σου ἤλπισα.
ἐκκλίνατε ἀπʼ ἐμοῦ, οἱ πονηρευόμενοι, καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου.
ἀντιλαβοῦ κατὰ τὸ λόγιόν σου καὶ ζῆσόν με. καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.
βοήθησόν μοι καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός.
ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάπαου σοῦ, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.
παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός.
καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με.
ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθά, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.
οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.
ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ λόγιόν σου, καὶ κατὰ τὰ δικαιώματά σου δίδαξόν με.
δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ· διεσκέδασαν τὸν νόμον σου.
διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπέρ τὸ χρυσίον καὶ τοπάζιον·
δὴ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχὴ μου.
ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους.
ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου. ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου.
Δίκαιος εἶ, Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου·
ἐυετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα.
ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου, ὅτι ἐπελάθοντο τῶν ἐντολῶν σου οἱ ἐχθροί μου.
πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.
νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.
θλίψεις καὶ ἀνάγκη εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου.
δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με καὶ ζῆσόν με.
Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ, ἐπάκουσόν μου, Κύριε. τὰ δικαιάματά σου ἐκζητήσω.
ἐκέκραξά σε, σῶσόν με. καὶ φυλάξω τὰ μαρτύριά σου.
προέφθασάν με ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.
προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς σὲ ὀρθροῦν, τοῦ μελετᾷν τὰ λόγιά σου.
τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ λόγιόν σου, κατὰ τὸ κρίμα σου ζῆσόν με.
προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ. ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
ἐγγὺς εἶ, Κύριε. καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.
κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου. ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην.
κρῖὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με.
μακρὰν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
οἱ οἰκτιρμοί σου πολλοί, Κύριε, σφόδρα· κατὰ τὰ κρίματά σου ζῆσόν με.
πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
εἶυνθετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.
ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε· ἐν τῷ ἐλέει σου ζῆσόν με.
ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.
ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα.
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τά κρίματα τῆς δικαιοσύνης σου.
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα·
καὶ ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα·
ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐυαντίον σου.
Ἐγγισάτω δὴ ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.
εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον. ὅταν διδάξῃς με τὰ δικαιώματαά σου·
φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη ἐστίν.
γενέσθω ἡ χείρ σου τοῦ σῶσαι, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν.
ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
ἐπλανήθην ὡσεὶ πρόβατον ἀπολωλός· ζῆσον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.