Skip to content

Parallel

Psalms 114

Swete's Septuagint · Berean Standard Bible

Ἠγάπησα ὅτι εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς τῆς δεήσεὼς μου,
ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπεκαλεσάμην.
περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ἅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον.
καὶ τὸ ὄομα Κυρίου ἐπεκαλεσάμην Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
ἐλεήμων καὶ δίκαιος ὁ κύριος, καὶ Κύριος ὁ θεὸς ἡμῶν ἐλεᾷ.
φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με.
ἐπίστρεψον, ἡ ψυχὴ μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέν σε·
ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
εὐαρεστήσω ἐναντίον Κυρίου ἐν χώρᾳ ζώντων.
Ἁλληλουιά.