Skip to content

Parallel

Psalms 113

Swete's Septuagint · Berean Standard Bible

Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου,
ἐγενήθη ἡ Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἡ ἐξουσία αὐτοῦ.
ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω·
τὰ ὄρη ἐσκίρτησαν ὡς κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.
τί ἐστιν, θάλασσα, ὅτι ἔφυγες; καὶ σύ, Ἰορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω
τὰ ὄρη, ἐσκιρτήσατε ὡς κριοί;
ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰακώβ,
τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.
μὴ ἡμῖν, Κύριε. μὴ ἡμῖν ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου.
μή ποτε εἴπωσιν τὰ ἔθνη Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν
ὁ δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω· ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς πάντα ὅσα ἠβούλετο ἐποίησεν.
τὸ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.
στόμα ἔχουσιν καὶ οὐ λαλοῦσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται·
ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται·
χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτοῖς.
οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπʼ αὐτόν· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
Κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς, εὐλόγησεν τὸν οἶκον Ἰσραήλ, εὐλόγησεν τὸν οἶκον Ἀαρών·
εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων.
προσθείη Κύριος ἐφʼ ὑμᾶς, ἐφʼ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν·
εὐλογημένοι ὑμεῖς ἐστε τῷ κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.
ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων.
οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ἅδου·
ἀλλ᾿ ἡμεῖς οἱ ζῶντες εὐλογήσωμεν τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.