Skip to content

Parallel

Proverbs 18

Rahlfs Septuagint (1935) · Berean Standard Bible

προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται
He who isolates himself pursues selfish desires; he rebels against all sound judgment.
οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ
A fool does not delight in understanding, but only in airing his opinions.
ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος
With a wicked man comes contempt as well, and shame is accompanied by disgrace.
ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς
The words of a man’s mouth are deep waters; the fountain of wisdom is a bubbling brook.
θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει
Showing partiality to the wicked is not good, nor is depriving the innocent of justice.
χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται
A fool’s lips bring him strife, and his mouth invites a beating.
στόμα ἄφρονος συντριβὴ αὐτῷ τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ
A fool’s mouth is his ruin, and his lips are a snare to his soul.
ὀκνηροὺς καταβάλλει φόβος ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν
The words of a gossip are like choice morsels that go down into the inmost being.
ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν
Whoever is slothful in his work is brother to him who destroys.
ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται
The name of the LORD is a strong tower; the righteous run to it (note: Or to Him) and are safe.
ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει
A rich man’s wealth is his fortified city; it is like a high wall in his imagination.
πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός καὶ πρὸ δόξης ταπεινοῦται
Before his downfall a man’s heart is proud, but humility comes before honor.
ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος
He who answers a matter before he hears it—this is folly and disgrace to him.
θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει
The spirit of a man can endure his sickness, but who can survive a broken spirit?
καρδία φρονίμου κτᾶται αἴσθησιν ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν
The heart of the discerning acquires knowledge, and the ear of the wise seeks it out.
δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν
A man’s gift opens doors for him, and brings him before great men.
δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ ὡς δ᾿ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος ἐλέγχεται
The first to state his case seems right until another comes and cross-examines him.
ἀντιλογίας παύει κλῆρος ἐν δὲ δυνάσταις ὁρίζει
Casting the lot ends quarrels and separates strong opponents.
ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον
An offended brother is harder to win than a fortified city, and disputes are like the bars of a castle.
ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται
From the fruit of his mouth a man’s belly is filled; with the harvest from his lips he is satisfied.
θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς
Life and death are in the power of the tongue, and those who love it will eat its fruit.
ὃς εὗρεν γυναῖκα ἀγαθήν εὗρεν χάριτας ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα
He who finds a wife finds a good thing and obtains favor from the LORD.
ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν ἐκβάλλει τὰ ἀγαθά ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής