Skip to content

Parallel

Proverbs 17

Rahlfs Septuagint (1935) · Berean Standard Bible

κρείσσων ψωμὸς μεθ᾿ ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης
Better a dry morsel in quietness than a house full of feasting (note: Or sacrifices) with strife.
οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη
A wise servant will rule over a disgraceful son and share his inheritance as one of the brothers.
ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίῳ
A crucible for silver and a furnace for gold, but the LORD is the tester of hearts.
κακὸς ὑπακούει γλώσσης παρανόμων δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν
A wicked man listens to evil lips; a liar gives ear to a destructive tongue.
ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται
He who mocks the poor insults their Maker; whoever gloats over calamity will not go unpunished.
στέφανος γερόντων τέκνα τέκνων καύχημα δὲ τέκνων πατέρες αὐτῶν
Grandchildren are the crown of the aged, and the glory of a son is his father.
τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός
οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίῳ χείλη ψευδῆ
Eloquent words are unfit for a fool; how much worse are lying lips to a ruler!
μισθὸς χαρίτων ἡ παιδεία τοῖς χρωμένοις οὗ δ᾿ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται
A bribe is a charm to its giver; wherever he turns, he succeeds.
ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους
Whoever conceals an offense promotes love, but he who brings it up separates friends.
συντρίβει ἀπειλὴ καρδίαν φρονίμου ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται
A rebuke cuts into a man of discernment deeper than a hundred lashes cut into a fool.
ἀντιλογίας ἐγείρει πᾶς κακός ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ
An evil man seeks only rebellion; a cruel messenger will be sent against him.
ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά
It is better to meet a bear robbed of her cubs than a fool in his folly.
ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ
If anyone returns evil for good, evil will never leave his house.
ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη
To start a quarrel is to release a flood; so abandon the dispute before it breaks out.
ὃς δίκαιον κρίνει τὸν ἄδικον ἄδικον δὲ τὸν δίκαιον ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ
Acquitting the guilty and condemning the righteous—both are detestable to the LORD.
ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται
Why should the fool have money in his hand with no intention of buying wisdom?
ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον ζητεῖ συντριβήν ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά
εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν τούτου γὰρ χάριν γεννῶνται
A friend loves at all times, and a brother is born for adversity.
ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον
A man lacking judgment strikes hands in pledge and puts up security for his neighbor.
φιλαμαρτήμων χαίρει μάχαις
He who loves transgression loves strife; he who builds his gate high invites destruction.
ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά
The one with a perverse heart finds no good, and he whose tongue is deceitful falls into trouble.
καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ
A man fathers a fool to his own grief; the father of a fool has no joy.
καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ
A joyful heart is good medicine, but a broken spirit dries up the bones.
λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης
A wicked man takes a covert bribe (note: Hebrew a bribe from the bosom) to subvert the course of justice.
πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ᾿ ἄκρα γῆς
Wisdom is the focus of the discerning, but the eyes of a fool wander to the ends of the earth.
ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ
A foolish son brings grief to his father and bitterness to her who bore him.
ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις
It is surely not good to punish the innocent or to flog a noble for his honesty.
ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν ἐπιγνώμων μακρόθυμος δὲ ἀνὴρ φρόνιμος
A man of knowledge restrains his words, and a man of understanding maintains a calm spirit.
ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι
Even a fool is considered wise if he keeps silent, and discerning when he holds his tongue.