Skip to content

Parallel

Judith 13:4

Swete's Septuagint · Berean Standard Bible

καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· (⁶)καὶ στᾶσα Ἰουδεὶθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ ἑαυτῆς (⁷)Κύριε ὁ θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου, εἰς ὕψωμα Ἰερουσαλήμ·