Parallel
Judges 20:23
Swete's Septuagint · Berean Standard Bible
καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισαρὴλ καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἐσπέρας. καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμεὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπεν Κύριός Ἀνάβητε πρὸς αὐτούς.
They went up and wept before the LORD until evening, inquiring of Him, “Should we again draw near for battle against our brothers the Benjamites?” And the LORD answered, “Go up against them.”