Parallel
Jonah 2
Swete's Septuagint · Berean Standard Bible
Καὶ προσέταξεν Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
From inside the fish, Jonah prayed to the LORD his God,
καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους,
saying: “In my distress I called to the LORD, and He answered me. From the belly of Sheol I called for help, and You heard my voice.
καὶ εἶπεν Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου. ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου·
For You cast me into the deep, into the heart of the seas, and the current swirled about me; all Your breakers and waves swept over me.
⁴ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον.
At this, I said, ‘I have been banished from Your sight; yet I will look once more toward Your holy temple.’
⁵καὶ ἐγώ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν λαὸν τὸν ἅγιόν σου;
The waters engulfed me to take my life; the watery depths closed around me; the seaweed wrapped around my head.
⁶περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς. ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων,
To the roots of the mountains I descended; the earth beneath me barred me in forever! But You raised my life from the pit, O LORD my God!
⁷κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· καὶ ἀναβήτω φθορὰ ζωῆς μου, Κύριε ὁ θεός μου,
As my life was fading away, I remembered the LORD. My prayer went up to You, to Your holy temple.
8ἐν τῷ ἐκλιπεῖν ἀπʼ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ εὐχή μου εἰς ναὸν ἅγιόν σου.
Those who cling to worthless idols forsake His loving devotion.
⁹φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.
But I, with the voice of thanksgiving, will sacrifice to You. I will fulfill what I have vowed. Salvation is from the LORD!”
¹⁰ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ.
And the LORD commanded the fish, and it vomited Jonah onto dry land.