Parallel
John 18
CNTR Statistical Restoration · Berean Standard Bible
Ταῦτα εἰπὼν, ˚Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
After Jesus had spoken these words, He went out with His disciples across the Kidron Valley, where they entered a garden.
ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, τὸν τόπον, ὅτι πολλάκις συνήχθη ˚Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἐκεῖ
Now Judas His betrayer also knew the place, because Jesus (note: HF and PT Jesus also) had often met there with His disciples.
ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν, καὶ λαμπάδων, καὶ ὅπλων.
So Judas brought a band of soldiers and officers from the chief priests and Pharisees. They arrived at the garden carrying lanterns, torches, and weapons.
˚Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς, “Τίνα ζητεῖτε;”
Jesus, knowing all that was coming upon Him, stepped forward and asked them, “Whom are you seeking?”
Ἀπεκρίθησαν αὐτῷ, “˚Ἰησοῦν τὸν Ναζωραῖον.” Λέγει αὐτοῖς, “Ἐγώ εἰμι.” ˚Ἰησοῦς εἱστήκει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, μετʼ αὐτῶν.
“Jesus of Nazareth,” they answered. Jesus said, “I am He.” And Judas His betrayer was standing there with them.
Ὡς οὖν εἶπεν αὐτοῖς, “Ἐγώ εἰμι”, ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
When Jesus said, “I am He,” they drew back and fell to the ground.
Πάλιν οὖν ἐπηρώτησεν αὐτούς, “Τίνα ζητεῖτε;” Οἱ δὲ εἶπον, “˚Ἰησοῦν τὸν Ναζωραῖον.”
So He asked them again, “Whom are you seeking?” “Jesus of Nazareth,” they answered.
Ἀπεκρίθη ˚Ἰησοῦς, “Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν”·
“I told you that I am He,” Jesus replied. “So if you are looking for Me, let these men go.”
ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι “Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.”
This was to fulfill the word He had spoken: “I have not lost one of those You have given Me (note: See John 6:39 and John 17:12.).”
Σίμων οὖν Πέτρος ἔχων μάχαιραν, εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
Then Simon Peter drew his sword and struck the servant of the high priest, cutting off his right ear. The servant’s name was Malchus.
Εἶπεν οὖν ὁ ˚Ἰησοῦς τῷ Πέτρῳ, “Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατὴρ, οὐ μὴ πίω αὐτό;”
“Put your sword back in its sheath!” Jesus said to Peter. “Shall I not drink the cup the Father has given Me?”
Ἡ οὖν σπεῖρα, καὶ ὁ χιλίαρχος, καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων, συνέλαβον τὸν ˚Ἰησοῦν καὶ ἔδησαν αὐτὸν.
Then the band of soldiers, with its commander and the officers of the Jews, arrested Jesus and bound Him.
Καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον, ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
They brought Him first to Annas, who was the father-in-law of Caiaphas, the high priest that year.
Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
Caiaphas was the one who had advised the Jews that it would be better if one man died for the people.
Ἠκολούθει δὲ τῷ ˚Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ ˚Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
Now Simon Peter and another disciple were following Jesus. Since that disciple was known to the high priest, he also went with Jesus into the courtyard of the high priest.
Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ ἦν γνωστὸς τοῦ ἀρχιερέως, καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
But Peter stood outside at the door. Then the disciple who was known to the high priest went out and spoke to the doorkeeper, and brought Peter in.
Λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, “Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;” Λέγει ἐκεῖνος, “Οὐκ εἰμί.”
At this, the servant girl watching the door said to Peter, “Aren’t you also one of this man’s disciples?” “I am not,” he answered.
Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται, ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετʼ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
Because it was cold, the servants and officers were standing around a charcoal fire they had made to keep warm. And Peter was also standing with them, warming himself.
Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν ˚Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
Meanwhile, the high priest questioned Jesus about His disciples and His teaching.
Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
“I have spoken openly to the world,” Jesus answered. “I always taught in the synagogues and at the temple, where all the Jews come together. I said nothing in secret.
Τί με ἐρωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.”
Why are you asking Me? Ask those who heard My message. Surely they know what I said.”
Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ ˚Ἰησοῦ εἰπών, “Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;”
When Jesus had said this, one of the officers standing nearby slapped Him in the face and said, “Is this how You answer the high priest?”
Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;”
Jesus replied, “If I said something wrong, testify as to what was wrong. But if I spoke correctly, why did you strike Me?”
Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας, δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
Then Annas sent Him, still bound, to Caiaphas the high priest.
Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ, “Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;” Ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, “Οὐκ εἰμί.”
Simon Peter was still standing and warming himself. So they asked him, “Aren’t you also one of His disciples?” He denied it and said, “I am not.”
Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, “Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ;”
One of the high priest’s servants, a relative of the man whose ear Peter had cut off, asked, “Didn’t I see you with Him in the garden?”
Πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
Peter denied it once more, and immediately a rooster crowed.
Ἄγουσιν οὖν τὸν ˚Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ. Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλὰ φάγωσιν τὸ Πάσχα.
Then they led Jesus away from Caiaphas into the Praetorium. By now it was early morning, and the Jews did not enter the Praetorium, to avoid being defiled and unable to eat the Passover.
Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, “Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;”
So Pilate went out to them and asked, “What accusation are you bringing against this man?”
Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.”
“If He were not a criminal,” they replied, “we would not have handed Him over to you.”
Εἶπεν οὖν αὐτοῖς Πιλᾶτος, “Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν, κρίνατε αὐτόν.” Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, “Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα”·
“You take Him and judge Him by your own law,” Pilate told them. “We are not permitted to execute anyone,” the Jews replied.
ἵνα ὁ λόγος τοῦ ˚Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
This was to fulfill the word that Jesus had spoken to indicate the kind of death He was going to die (note: See John 12:32–33.).
Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος, καὶ ἐφώνησεν τὸν ˚Ἰησοῦν καὶ εἶπεν αὐτῷ, “Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;”
Pilate went back into the Praetorium, summoned Jesus, and asked Him, “Are You the King of the Jews?”
Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;”
“Are you saying this on your own,” Jesus asked, “or did others tell you about Me?”
Ἀπεκρίθη ὁ Πιλᾶτος, “Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί. Τί ἐποίησας;”
“Am I a Jew?” Pilate replied. “Your own people and chief priests handed You over to me. What have You done?”
Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.”
Jesus answered, “My kingdom is not of this world; if it were, My servants would fight to prevent My arrest by the Jews. But now My kingdom is not of this realm.”
Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, “Οὐκοῦν βασιλεὺς εἶ σύ;” Ἀπεκρίθη ὁ ˚Ἰησοῦς, “Σὺ λέγεις ὅτι βασιλεύς εἰμι Ἐγὼ. εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.”
“Then You are a king!” Pilate said. “You say that I am a king,” Jesus answered. “For this reason I was born and have come into the world, to testify to the truth. Everyone who belongs to the truth listens to My voice.”
Λέγει αὐτῷ ὁ Πιλᾶτος, “Τί ἐστιν ἀλήθεια;” Καὶ τοῦτο εἰπὼν, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, “Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
“What is truth?” Pilate asked. And having said this, he went out again to the Jews and told them, “I find no basis for a charge against Him.
Ἔστιν δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ Πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;”
But it is your custom that I release to you one prisoner at the Passover. So then, do you want me to release to you the King of the Jews?”
Ἐκραύγασαν οὖν πάλιν λέγοντες, “Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν!” Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
“Not this man,” they shouted, “but Barabbas!” (Now Barabbas was an insurrectionist.)