Parallel
Jeremiah 18
Swete's Septuagint · Berean Standard Bible
καὶ ἔπεσεν τὸ ἄγγιον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἄγγιον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι.
—
Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστὲ ἐν χερσίν μου.
—
καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.
—
καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.
—
καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἰερουσαλήμ Ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακά, καὶ λογίζομαι ἐφʼ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν.
—
καὶ εἶπαν Ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.
—
Διὰ τοῦτο τάδε λέγει Κύριος Ἐρωτήσατε δὴ ἐν ἔθνεσιν Τίς ἤκουσεν τοιαῦτα φρικτὰ ἃ ἐποίησεν σφόδρα παρθένος Ἰσραήλ;
—
μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;
—
ὅτι ἐπελάθοντό μου λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν,
—
τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτῶν.
—
ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.
—
Καὶ εἶπαν Δεῦτε λογισώμεθα ἐπὶ Ἰερεμίαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ.
—
εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά ; ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθά, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπʼ αὐτῶν.
—
διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμόν, καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ, καὶ οἱ υεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.
—
γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπʼ αὐτοὺς λῃστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύνλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπʼ ἐμέ.
—
καὶ σύ, Κύριε, ἔγνως ἄπασαν τὴν βουλὴν αὐτῶν ἐπʼ ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.
—