Parallel
Jeremiah 17
Swete's Septuagint · Berean Standard Bible
⁵Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπʼ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπʼ αὐτόν, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ·
—
καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται.
—
καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρʼ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ· οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα. καὶ ἔσται ἐπʼ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ διαλείψει ποιῶν καρπόν.
—
ἐγὼ Κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφρούς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.
—
ἐφώνησεν πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπʼ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων.
—
ὑπομονὴ Ἰσραήλ, Κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον.
—
ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν.
—
καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ· πτοηθείησαν αὐτοί, καὶ μὴ πτοηθείην ἐγώ· ἐπάγαγε ἐπʼ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς.
—
Τάδε λέγει Κύριος Βάδισον καὶ στῆθι ἐν ταῖς πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ἰούδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ἰερουσαλήμ,
—
καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον Κυρίου Βασιλεῖς Ἰούδα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα Ἰερουσαλήμ, οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις,
—
τάδε λέγει Κύριος Φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἰερουσαλήμ,
—
καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὗς αὐτῶν,
—
καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπέρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασθαι παιδείαν.
—
καὶ ἔσται ἐὰν εἰσακούσητέ μου, λέγει Κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον,
—
καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυεὶδ καὶ ἐπιβεβηκότες ἐφʼ ἅρμασιν καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ· καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα,
—
καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ἰούδα, καὶ κυκλόθεν Ἰερουσαλὴμ καὶ ἐκ γῆς Βενιαμεὶν καὶ ἐκ γῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ θυμιάματα καὶ μάννα καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον Κυρίου.
—
καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ταῖς πύλαις Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς καὶ καταφάγεται ἄμφοδα Ἰερουσαλήμ, καὶ οὐ σβεσθήσεται.
—