Parallel
Jeremiah 11
Swete's Septuagint · Berean Standard Bible
Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσεις πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ·
—
καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης,
—
ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων Ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν,
—
ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατρέσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆς ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίθην καὶ εἶπα Γένοιτο, Κύριε.
—
καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πολεσιν Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλὴμ λέγων Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὺτούς.
—
Καὶ εἶπεν Κύριος πρὸς μέ Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλήμ·
—
ἐπεστράφησαν ἐπὶ τὰς ὰδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδανσαν αἶκος Ἰούδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν.
—
διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρὸς μὲ καὶ οὐκ εἰσακούσομαι αὐτῶν.
—
καὶ πορεύσονται πόλεις Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ καὶ κεκράξονται πρὸς τοὺς θεοὺς οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν.
—
ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατʼ ἀριθμὸν ἐξόδων τῆς Ἰερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιῶν τῇ Βάαλ.
—
καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν.
—
τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα ; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;
—
ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπʼ αὐτήν, μεγάλη ἡ θλίψις ἐπὶ σέ. ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς,
—
καὶ Κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σέ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βάαλ.
—
ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπʼ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρόν, λέγοντες Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι
—
Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.
—
διὰ τοῦτο τάδε λέγει Κύρος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας Οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν.
—
ὶδοὺ ἐγὼ ἐπισκέψομαι ἐπʼ αὐτοὺς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῳ,
—
καὶ ἐνκατάλιμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθὼθ ἐν ἐνιαυτῴ ἐπισκέψεως οὐτῶν.
—