Skip to content

Parallel

Jeremiah 10

Swete's Septuagint · Berean Standard Bible

Ἀκούσατε τὸν λόγον Κυρίου ὃν ἐλάλησεν ἐφʼ ὑμᾶς, οἶκος Ἰσραήλ.
τάδε λέγει Κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν.
ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα,
ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα· ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά· θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται·
ἀργύριον προσβλητὸν ἀπὸ Θαρσεὶς ἥξει, χρυσίον Μωφάζ, καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα· ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά·
Οὕτως ἐρεῖτε αὐτοῖς Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου.
Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὺτοῦ ἐξέτεινεν τὸν οὐρανὸν
καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ.
ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσεν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς.
μάταιά ἐστιν ἔργα ἐνπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.
οὐκ ἔστιν τοιαύτη μερὶς τῷ Ἰακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.
Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς.
ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει ὅπως εὑρεθῇ ἡ πληγή σου.
οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγὴ σου. κἀγὼ εἶπα Ὄντως τοῦτο τὸ τραῦμά σου, καὶ κατέλαβέν σε.
ἡ σκηνή σου ἐταλαιπώρησεν, ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις σου διεσπάσθησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὐκ εἰσίν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου.
ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησεν πᾶσα ἡ νομή, καὶ διεσκορπίσθησαν.
φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν.
οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ.
παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.
ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἱ τὸ ὄνομά σου οὺκ ἐκεκαλέσαντο. ὅτι κατέφαγον τὸν Ἰακὼβ καὶ ἐξανήλωσαν αὐτόν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.