Skip to content

Parallel

Ezra 17

Swete's Septuagint · Berean Standard Bible

Καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τὰς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ἄδοντες καὶ οἱ Λευεῖται.
καὶ ἐνετειλάμην τῷ Ἀνανίᾳ ἀδελφῷ μου καὶ τῷ Ἁνανίᾳ ἄρχοντι τῆς βειρὰ ἐν Ἰερουσαλήμ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς·
καὶ εἶπα αὐτοῖς Οὐκ ἀνοιγήσονται πύλαι Ἰερουσαλὴμ ἕως ἄμα τῷ ἡλίῳ, καὶ ἔτι αὐτῶν ἐγρηγορούντων κλείσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ἰερουσαλήμ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ, καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.
καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι.
Καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου, καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας οἱ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ εἰς Ἰουδὰ ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ καὶ Νεεμία· Ἀζαρία, Νααμιά, Ναεμάνει, Μαλδόχεος, Βαλσάν, Μασφέραν, Ἐσρά, Βατοεί, Ναούμ, Βαανά, Μασφάρ. ἄνδρες υἱοῦ Ἰσραὴλ·
υἱοὶ Φὁρος, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο·
υἱοὶ Σαφατιά, τριακόσιοι ἑβδομήκοντα δύο·
υἱοὶ Ἠρά, ἑξακόσιοι πεντήκοντα δύο·
υἱοὶ Φααθμωὰβ τοῖς υἱοῖς Ἰησοῦ Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ·
υἱοὶ Αἰλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες·
υἱοὶ Ζαθουιά, ὀκτακόσιοι τεσσεράκοντα·
υἱοὶ Ζαθού, ὀκτακόσιοι ἑξήκοντα·
υἱοὶ Βανουί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ·
υἱοὶ Βηβί, ἑξακόσιοι εἴκοσι ὀκτώ·
υἱοὶ Ἀσγάδ, δισχίλιοι τριακόσιοι εἴκοσι ὀκτώ·
υἱοὶ Ἀδεικάμ, ἑξακόσιοι ἑξήκοντα ἑπτά·
υἱοὶ Βατοεί, δισχίλιοι ἑξήκοντα ἑπτά·
υἱοὶ Ἠδείν, ἑξακόσιοι πεντήκοντα πέντε·
υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ, ἐνενήκοντα ὀκτώ·
υἱοὶ Ἡσάμ. τριακόσιοι εἵκοσι ὀκτὠ·
υἱοὶ Βεσεί, τριακόσιοι εἴκοσι τέσσαρες·
υἱοὶ Ἁρείφ, ἑκατὸν δώδεκα·
υἱοὶ Γαβαών, ἐνενήκοντα πέντε·
ἄνδρες Βηθασμώθ, τεσσεράκοντα δύο·
ἄνδρες Καριθιαρείμ, Καφειρὰ καὶ Βηρώς, ἑπτακόσιοι εἴκοσι εἷς·
ἄνδρες Ἁραμὰ καὶ Τάμαλ, ἑξακόσιοι εἴκοσι εἷς·
ἄνδρες Μαχεμάς, ἑκατὸν εἴκοσι δύο·
ἄνδρες Βηθὴλ καὶ Ἁλειά, ἑκατὸν εἴκοσι τρεῖς·
ἄνδρες Ναβιὰ ἀάρ, πεντήκοντα δύο·
ἄνδρες Ἠλὰμ ἀάρ, χίλιοι διακόσιοι πεντήκοντα·
υἱοὶ Ἡράμ, τριακόσιοι εἴ κοσι·
υἱοὶ Ἰερειχώ, τριακόσιοι τεσσεράκοντα πέντε·
υἱοὶ Λόδ, Ἁδιὰ καὶ Ὠνώ, ἑπτακόσιοι εἴκοσι εἶς·
υἱοὶ Σανανάτ, ἐννακόσιοι τριάκοντα.
οἱ ἱερεῖς, υἱοὶ Ἰωδᾶε εἰς οἶκον Ἰησοῦ, ἐννακόσιοι ἑβδομήκοντα τρεῖς·
υἱρὶ χίλιοι πεντήκοντα δύο·
υἱοὶ Φασεδούρ, ας΄ τεσσεράκοντα ἑπτά·
υἱοὶ Ἡράμ, χίλιοι δέκα ἑπτά.
οἱ Λευεί, υἱοὶ Ἰησοῦ τῷ Καβδιὴλ τοῖς υἱοῖς τοῦ φουδουιά, ἑβδομήκοντα τέσσαρες·
οἱ ᾄδοντες, υἱοὶ Ἀσάφ, ἑκατὸν τεσσεράκοντα ὀκτώ·
οἱ πυλωροί, υἱοὶ Σαλούμ, υἱρὶ Ἀτὴρ υἱοῦ Ἀτήρ, υἱοὶ Τελαμών, υἱοὶ Ἀκού, υἱοὶ Ἁτειτά, υἱοὶ Σαβεί, ἑκατὸν τριάκοντα ὀκτώ.
οἱ Ναθεινείμ· υἱοὶ Σηά, υἱοὶ Ἁσφά, υἱοὶ Γαβαώθ,
υἱοὶ Κειρά, υἱοὶ Ἀσουιά, υἱοὶ Φαδών,
υἱοὶ Λαβανά, υἱοὶ Ἁγαβά, υἱοὶ Σαλαμεί,
υἱοὶ Ἁνάν, υἱοὶ Γαδήλ,
υἱοὶ Ῥαεά, υἱοὶ Ῥασών, υἱοὶ Νεκωδά,
υἱοὶ Γηζάμ, υἱοὶ Ὀζεί, υἱοὶ Φεσή,
υἱοὶ Βησεί, υἱοὶ Μεσεινώμ, υἱοὶ Νεφωσασεί,
υἱοὶ Βακβού, υἱοὶ Ἁχειφά, υἱοὶ Ἁρούμ,
υἱοὶ Βασαώθ, υἱοὶ Μεειδά, υἱοὶ Ἁδασάν,
υἱοὶ Βαρκοῦε, υἱοὶ Σεσειράθ, υἱοὶ Ἧιαθ,
υἱοὶ Ἀσειά, υἱοὶ Ἁτειφά.
υἱοὶ δούλων Σαλωμών· υἱοὶ Σουτεί, υἱοὶ Σαφάραθ, υἱοὶ Φερειδά,
υἱοὶ Ἰελήλ, υἱοὶ Δορκών, υἱοὶ Γαδήλ,
υἱοὶ Σαφατιά, υἱοὶ Ἑγήλ, υἱοὶ Φακάραθ, υἱοὶ Σαβαείμ, υἱοὶ Ἠμείμ·
πάντες οἱ Ναθεινεὶμ καὶ υἱοὶ δούλων Σαλωμὼν τριακόσιοι ἐνενήκοντα δύο,
καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμέλεθ· Ἁρησά, Χαρούβ, Ἠρών, Ἰεμήρ· καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ἰσραήλ εἰσιν·
υἱοὶ Δαλεά, υἱοὶ Τωβιά, υἱοὶ Νεκωδά, ἑξακόσιοι τεσσεράκοντα δύο·
καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Ἑβειά, υἱοὶ Ἀκώς, υἱοὶ Βερζελλεί, ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλεὶ τοῦ Γαλααδείτου γυναῖκας καὶ ἐκλήθη ἐπʼ ὀνόματι αὐτῶν·
οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας.
καὶ εἶπεν Ἁσερσαθὰ ἴνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων.
καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ὀκτώ,
παρὲξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ ἄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσεράκοντα πέντε·
καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμίᾳ εἰς θησαυρὸν χρυσοῦς α, φιάλας πεντήκοντα καὶ μεχωνὼθ τῶν ἱερέων τριάκοντα.
καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔθηκαν εἰς θησαυρὸν τοῦ ἔτους, τοῦ χρυσίου δύο μυριάδας, καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας,
καὶ μεχωνὼθ τῶν ἱερέων ἑξήκοντα ἑπτά.
καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ἄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ Ναθεινεὶμ καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.
ὄνοι δισχίλιοι ἑπτακόσιοι.