Skip to content

Parallel

Ezra 16

Swete's Septuagint · Berean Standard Bible

Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ καὶ Τωβίᾳ καὶ τῷ Γῆσαμ τῷ Ἀραβὶ καὶ τοῖς καταλοίποις ἐχθροῖς ἡμῶν ὅτι ᾠκοδομήθη τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις.
καὶ ἀπέστειλεν Σαναβαλλὰτ καὶ Γῆσαμ πρὸς μὲ λέγων Δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ἐνώ· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν.
καὶ ἀπέστειλα ἐπʼ αὐτοὺς ἀγγέλους λέγαν Ἔργον μέγα ἐγὼ ποιῶ, καὶ οὐ δυνήσομαι καταβῆναι, μὴ ποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς.
καὶ ἀπέστειλαν πρὸς μέ ὡς τὸ δῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα.
καὶ ἀπέστειλεν πρὸς μέ Σαναβαλλὰτ τὸν παῖδα αὐτοῦ, καὶ ἐπιστολὴν ἀνεωγμένην ἐν χειρὶ αὐτοῦ.
καὶ ἦν γεγραμμένον ἐν αὐτῇ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ἰουδαῖοι λογίζεσθε ἀποστατῆσαι· διὰ τοῦτο οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ ἔσῃ αὐτοῖς εἰς βασιλέα.
καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ἰερουσαλὴμ εἰς βασιλέα ἐπὶ Ἰούδᾳ· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι. καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό.
καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων Οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι οὓς σὺ λέγεις· ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς.
ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες Ἐκλυθήσονται χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου.
Καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμεεὶ υἱοῦ Δαλεά, υἱὸν Μειταήλ, αὐτὸς συνεχόμενος· καὶ εἶπεν Συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε.
καὶ εἶπα Τίς ἐστιν ὁ ἀνὴρ ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται ;
καὶ ἐπέγνων, καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατʼ ἐμοῦ· καὶ Τωβιὰ καὶ Σαναβαλλὰτ ἐμισθώσαντο
ἐπʼ ἐμέ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσίν με.
μνήσθητι ὁ θεὸς Τωβία καὶ Ἀναβαλλάτ, ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα· καὶ τῷ Νοαδίᾳ τῷ προφήτῃ καὶ καταλοίποις τῶν ἱερέων οἱ ἦσαν φοβερίζοντές με.
καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ἐδοὺδ εἰς πεντήκοντα καὶ δύο ἡμέρας.
καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο.
καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ἰούδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβίαν, καὶ αἱ Τωβία ἤρχοντο πρὸς αὐτούς·
ὅτι πολλοὶ ἐν Ἰούδᾳ ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενιὰ υἱοῦ Ἠρᾶε, καὶ Ἰωνὰν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλὰμ υἱοῦ Βαραχειὰ εἰς γυναῖκα.
καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρὸς μέ, καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ· καὶ ἐπιστολὰς ἐπέστειλεν Τωβίας φοβερίσαι με.