Parallel
Ezra 14
Swete's Septuagint · Berean Standard Bible
ἐγένετο ἡνίκα ἤκουσεν Ἀναβαλλὰτ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολύ, καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις.
—
καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ Αὕτη ἡ δύναμις Σομορών, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσιν τὴν ἑαυτῶν πόλιν ;
—
καὶ Τωβίας ὁ Ἀμμανείτης ἐχόμενα αὐτοῦ ἦλθεν· καὶ εἶπαν πρὸς ἑαυτοὺς Μὴ θυσιάσουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν ; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν ;
—
καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας.
—
Καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλὰτ καὶ Τωβιὰ καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανεῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἰερουσαλήμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα.
—
καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμῶν, καὶ ἐστήσαμεν προφύλακας ἐπʼ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν.
—
καὶ εἶπεν Ἰούδας Συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὄχλος πολύς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει. ¹¹καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς Οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον.
—
καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ἰουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν, καὶ εἵποσαν ἡμῖν Ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφʼ ἡμᾶς·
—
καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς, καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιῶν αὐτῶν, λόγχας αὐτῶν καὶ τόξα αὐτῶν.
—
καὶ εἶδον, καὶ ἀνέστην καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν· μνήσθητε τοῦ θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ, καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν, υἱῶν ὑμῶν, θυγατέρων ὑμῶν, γυναικῶν ὑμῶν καὶ οἴκων ὑμῶν.
—
καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν, καὶ διεσκέδασεν ὁ θεὸς τὴν βουλὴν αὐτῶν· καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος, ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ.
—
καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ἰούδα
—
τῶν οἰκοδομούντων ἐν τῷ τείχει. καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις· ἐν μιᾷ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον, καὶ μιᾷ ἐκράτει τὴν βολίδα.
—
καὶ οἰκοδόμοι, ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ ὀσφὺν αὐτοῦ, καὶ οἰκοδομοῦσαν· καὶ ὁ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ.
—
καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Τὸ ἔργον πλατὺ καὶ πολύ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.
—
ἐν τόπῳ οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης, ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς, καὶ ὁ θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν.
—
καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως ἕως τοῦ ὄρθρου, ἕως ἐξόδου τῶν ἄστρων.
—
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ Αὐλίσθητε ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔστω ὑμῖν ἡ νὺξ προφυλακή, καὶ ἡ ἡμέρα ἔργον.
—
καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς προφυλακῆς ὀπίσω μου, καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ.
—