Parallel
Ezra 13
Swete's Septuagint · Berean Standard Bible
Καὶ ἀνέστη Ἐλεισοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς, καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν, ἕως πύργου Ἁνανεήλ.
—
καὶ τὴν πύλην τὴν ἰχθυηρὰν οἰκοδόμησαν υἱοὶ Ἁσάν· αὐτοὶ ἐστέγασαν αὐτήν, καὶ ἐστέγασαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
—
καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἐπὶ Ῥαμὼθ υἱοῦ Οὐρεία υἱοῦ Ἁκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδὼκ υἱὸς Βαανά.
—
καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωείν, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.
—
καὶ τὴν πύλην Ἰσανὰ ἐκράτησαν Ἰοειαὰ υἱὸς Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βαδιά· αὐτοὶ ἐστέγασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
—
καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Ἁνανίας υἱὸς τοῦ Ἰωακείμ, καὶ κατέλιπον Ἰερουσαλὴμ ἕως τείχους τοῦ πλατέως.
—
καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαὰ υἱὸς Ἑρωμάθ, καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἁτοὺθ υἱὸς Ἁσβανάμ.
—
καὶ δεύτερος ἐκράτησεν Μελχείας υἱὸς Ἡρὰμ καὶ Ἁσοὺβ υἱὸς Φααβμωάβ, καὶ ἕως πύργου τῶν ναθουρείμ.
—
καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλοὺμ υἱὸς Ἡλειά, ἄρχων ἡμίσους περιχώρου Ἰερουσαλήμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.
—
τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἁνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς, καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας.
—
καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν Μελχειὰ υἱὸς Ῥηχάβ, ἄρχων περιχώρου Βηθαχάμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἐσκέπασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
—
καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως. καὶ ἔως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυείδ.
—
ὀπίσω αὐτοῦ ἐκράτησεν Νεεμίας υἱὸς Ἀζαβούχ, ἄρχων περιχώρου Βησόρ, ἕως κήπου τάφου Δαυεὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαβαρείμ.
—
ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευεῖται, Βασοὺθ υἱὸς Βανεί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἁσαβά, ἄρχων ἡμίσους περιχώρου Κεειλά, τῷ περιχώρῳ αὐτοῦ.
—
καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Ἄζουρ υἱὸς Ἰησοῦ, ἄρχων τοῦ Μασφέ, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας.
—
μετʼ αὐτὸν ἐκράτησεν Βαροὺχ υἱὸς Ζαβοὺ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου.
—
μετʼ αὐτὸν ἐκράτησεν Μεραμὼθ υἱὸς Οὐρεία υἱρῦ Ἁκὼβ μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισοὺβ ἕως ἐκλείψεως Βηθελεισούβ.
—
καὶ μετʼ αὐτὸν ἐκράτησεν Βενιαμεὶν καὶ Ἁσοὺβ κατέναντι οἴκου αὐτῶν. μετʼ αὐτὸν ἐκράτησεν Ἀζαριὰ υἱὸς Μαδασὴλ υἱὸς Ἁνανία ἐχόμενα οἴκου αὐτοῦ.
—
μετʼ αὐτὸν ἐκράτησεν Βανεὶ υἱὸς Ἡναδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαριὰ ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς.
—
Φαλὰλ υἱοῦ Εὐεὶ ἐξ ἐναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετʼ αὐτὸν Φαδαιὰ υἱὸς Φορός.
—
καὶ οἱ Καθεινεὶμ ἧσαν οἰκοῦντες ἐν τῷ Ὦφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς· καὶ ὁ πύργος ἐξέχων.
—
μετʼ αὐτὸν ἐκράτησαν οἱ Θεκωεὶν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους Ὄφοαλ.
—
μετʼ αὐτὸν Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ. καὶ μετʼ αὐτὸν ἐκράτησεν Σαμαιὰ υἱὸς Ἐχενιά, ὁ φύλαξ οἴκου τῆς ἀνατολῆς.
—
μετʼ αὐτὸν ἐκράτησεν Ἁνανίὰ υἱὸς Τελεμιὰ καὶ Ἁνοὺμ υἱὸς Σελὲ ἕκτος μέτρον δεύτερον. μετʼ αὐτὸν ἐκράτησεν Μεσουλὰμ υἱὸς Βαρχειὰ ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ.
—
μετʼ αὐτὸν ἐκράτησεν Μελχειὰ υἱὸς τοῦ Σαραφεὶ ἕως Βηθαναθείμ, καὶ οἱ ῥοβοπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀνὰ μέσον τῆς καμπῆς.
—