Skip to content

Parallel

Exodus 24:12

Swete's Septuagint · Berean Standard Bible

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολὰς ἃς ἔγραψαν νομοθετῆσαι αὐτοῖς. καὶ ἀναστὰς Μωσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ όνεβησαν εἰς τὸ ὄρος τοῦ θεοῦ· καὶ τοῖς πρεσβυτέροις εἶπαν Ησυχάζετε αὐτοῦ ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὤρ μεθ' ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς. καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄροσ, καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἕξ ἡμέρας· καὶ ἐκάλεσεν κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ἰσραήλ. Καὶ εἰσῆλθεν Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος, καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσεράκοντα καὶ τεσσεράκοντα νύκτας.
Then the LORD said to Moses, “Come up to Me on the mountain and stay here, so that I may give you the tablets of stone, with the law and commandments I have written for their instruction.”