Parallel
Exodus 17:12
Swete's Septuagint · Berean Standard Bible
αἱ δὲ Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον ὑπέθηκαν ἐπ’ αὐτόν, καὶ ἐκάθητο ἐπ’ αὐτοῦ· καὶ Ἀαρὼν καὶ Ὥρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεφες Μωυσῆ ἑ γμέναι ἕως δυσμῶν ἡλίου. καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας. Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν κατάγραψον τοῦτο εἰς μνημόσυνον εἰς βιβλίον, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῖ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. καὶ ᾠκοδόμησεν Μωσῆς θυσιαστήριον Κύρῳ, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ κύριος καταφυγή μου· ἕτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεάς.
When Moses’ hands grew heavy, they took a stone and put it under him, and he sat on it. Then Aaron and Hur held his hands up, one on each side, so that his hands remained steady until the sun went down.